Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.75 Dem. 24.78 (English) >>Dem. 24.81

24.77καὶ οὐ τοῦτο μόνον πεποίηκεν ὑβριστικόν, ἀλλὰ καὶ γέγραπται, “ τὸ λοιπὸν ἐάν τινι προστιμηθῇ δεσμοῦ, εἶναι καταστήσαντι τοὺς ἐγγυητάς, μὴν ἐκτείσειν, ἀφεῖσθαι.” καίτοι χρῆν αὐτόν, εἰ τὸ δεδέσθαι δεινὸν ἡγεῖτο, μηδενὶ προστιμᾶν ὃς ἂν ὑμῖν ἐγγυητὰς καθιστῇ δεσμοῦ νομοθετῆσαι, μὴ προλαβόντα κατεγνωκότας ὑμᾶς τὸν δεσμὸν μηδʼ ἐχθρῶς διαθέντα πρὸς ὑμᾶς τὸν ἑαλωκότα, τηνικαῦτα ποιεῖν τὴν ἐξεγγύησιν. νυνὶ δʼ, ὥσπερ ἐνδεικνύμενος ὅτι, κἂν ὑμῖν δοκῇ δεδέσθαι τινά, αὐτὸς ἀφήσει, τοῦτον τὸν τρόπον τὸν νόμον εἰσήνεγκεν. 24.78ἆρʼ οὖν τῷ δοκεῖ συμφέρειν τῇ πόλει τοιοῦτος νόμος ὃς δικαστηρίου γνώσεως αὐτὸς κυριώτερος ἔσται, καὶ τὰς ὑπὸ τῶν ὀμωμοκότων γνώσεις τοῖς ἀνωμότοις προστάξει λύειν; ἐγὼ μὲν οὐκ οἶμαι. φαίνεται τοίνυν τούτου νόμος ταῦτʼ ἔχων ἀμφότερα. ὥστʼ εἴπερ ὑμῶν ἑκάστῳ μέλει τι τῆς πολιτείας καὶ δεῖν οἴεται κυρίαν εἶναι τὴν αὑτοῦ γνώμην περὶ ὧν ἂν ὀμωμοκὼς ψηφίσηται, λυτέος καὶ οὐκ ἐατέος οὗτος τοιοῦτος νόμος κύριος νυνὶ γενέσθαι.

24.79οὐ τοίνυν ἀπέχρησεν αὐτῷ τὰ δικαστήριʼ ἄκυρα ποιῆσαι τῶν προστιμημάτων, ἀλλʼ οὐδʼ δίκαιʼ ὡρίσατʼ αὐτὸς ἐν τῷ νόμῳ καὶ προσέταξε τοῖς ὠφληκόσιν, οὐδὲ ταῦθʼ ἁπλῶς οὐδʼ ἀδόλως φανήσεται γεγραφώς, ἀλλʼ ὡς ἂν μάλιστά τις ὑμᾶς ἐξαπατῆσαι καὶ παρακρούσασθαι βουλόμενος. σκέψασθε γὰρ ὡς γέγραφεν. “Τιμοκράτης εἶπενφησὶκαὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον κατὰ ψήφισμα δεσμοῦ τὸ λοιπὸν προστιμηθῇ, εἶναι αὐτῷ ἄλλῳ ὑπὲρ ἐκείνου ἐγγυητὰς καταστῆσαι, οὓς ἂν δῆμος χειροτονήσῃ, μὴν ἐκτείσειν.”



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.75 Dem. 24.78 (English) >>Dem. 24.81

Powered by PhiloLogic